Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 37.45 Dem. 37.48 (English) >>Dem. 37.51

37.46καὶ πρὸς μὲν τὸν ἄρχοντα, ὃν τῶν τοιούτων οἱ νόμοι κελεύουσιν ἐπιμελεῖσθαι, καὶ παρʼ τῷ μὲν ἠδικηκότι κίνδυνος περὶ τοῦ τί χρὴ παθεῖν ἀποτεῖσαι, τῷ δʼ ἐπεξιόντι μετʼ οὐδεμιᾶς ζημίας βοήθεια, οὐδέπω καὶ τήμερον ἐξήτασται, οὐδʼ εἰσήγγειλεν οὔτʼ ἔμʼ οὔτε τὸν Εὔεργον ὡς ἀδικοῦντας, ἐν δὲ τῷ δικαστηρίῳ ταῦτα κατηγόρει καὶ δυοῖν ταλάντοιν εἷλε δίκην. 37.47ἦν γὰρ οἶμαι κατὰ μὲν τοὺς νόμους προειδότα τὴν αἰτίαν, ἐφʼ κρίνεται, ῥᾴδιον τἀληθῆ καὶ τὰ δίκαιʼ ἐπιδείξαντʼ ἀποφεύγειν, ἐν δὲ μεταλλικῇ δίκῃ, περὶ ὧν οὐδʼ ἂν ἤλπισεν αὑτοῦ κατηγορηθήσεσθαι, χαλεπὸν παραχρῆμʼ ἔχειν ἀπολύσασθαι τὴν διαβολήν· δʼ ὀργὴ <> παρὰ τῶν ἐξηπατημένων ὑπὸ τούτου δικαστῶν, ἐφʼ τὴν ψῆφον εἶχον πράγματι, τούτου κατεψηφίσατο. 37.48καίτοι τὸν ἐκείνους ἐξηπατηκότα τοὺς δικαστάς, ἆρʼ ὀκνήσειν ὑμᾶς ἐξαπατᾶν οἴεσθε; πεπιστευκότʼ εἰσιέναι τοῖς πράγμασιν, ἀλλʼ οὐ τοῖς λόγοις καὶ τοῖς συνεστῶσιν μεθʼ αὑτοῦ μάρτυσιν, τῷ τʼ ἀκαθάρτῳ καὶ μιαρῷ Προκλεῖ, τῷ μεγάλῳ τούτῳ, καὶ Στρατοκλεῖ τῷ πιθανωτάτῳ πάντων ἀνθρώπων καὶ πονηροτάτῳ, καὶ τῷ μηδὲν ὑποστελλόμενον μηδʼ αἰσχυνόμενον κλαήσειν καὶ ὀδυρεῖσθαι; 37.49καίτοι τοσούτου δεῖς ἐλέου τινὸς ἄξιος εἶναι, ὥστε μισηθείης ἂν δικαιότατʼ ἀνθρώπων ἐξ ὧν πεπραγμάτευσαι· ὅς γʼ ὀφείλων μνᾶς ἑκατὸν καὶ πέντε καὶ οὐχ οἷός τʼ ὢν διαλῦσαι, τοὺς ταῦτα συνευπορήσαντας καὶ γενομένους αἰτίους σοι τοῦ τὰ δίκαια ποιῆσαι τοῖς συμβαλοῦσιν ἐξ ἀρχῆς, χωρὶς ὧν περὶ αὐτὰ τὰ συμβόλαιʼ ἠδίκεις, καὶ πρὸς ἀτιμῶσαι ζητεῖς. καὶ τοὺς μὲν ἄλλους τοὺς δανειζομένους ἴδοι τις ἂν ἐξισταμένους τῶν ὄντων· σοὶ δʼ συμβεβληκὼς τοῦτο πέπονθεν, καὶ δανείσας τάλαντον δύʼ ὤφληκεν συκοφαντηθείς.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 37.45 Dem. 37.48 (English) >>Dem. 37.51

Powered by PhiloLogic